Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 46.13 Dem. 46.17 (English) >>Dem. 46.19

46.15τοῦ μὲν νόμου τοίνυν ἀκηκόατε, ὃς οὐκ ἐᾷ διαθήκας διαθέσθαι, ἐὰν παῖδες ὦσι γνήσιοι. οὗτοι δέ φασι ταῦτα διαθέσθαι τὸν πατέρα, ὡς δὲ παρεγένοντο οὐκ ἔχουσιν ἐπιδεῖξαι. ἄξιον δὲ καὶ τόδε ἐνθυμηθῆναι, ὅτι ὅσοι μὴ ἐπεποίηντο ἀλλʼ ἦσαν πεφυκότες γνήσιοι, τούτοις νόμος δίδωσιν, ἐὰν ἄπαιδες ὦσιν, διαθέσθαι τὰ ἑαυτῶν. τοίνυν πατὴρ ἡμῶν ἐπεποίητο ὑπὸ τοῦ δήμου πολίτης, ὥστε οὐδὲ κατὰ τοῦτο ἐξῆν αὐτῷ διαθέσθαι διαθήκην, ἄλλως τε καὶ περὶ τῆς γυναικός, ἧς οὐδὲ κύριος ἐκ τῶν νόμων ἦν, παῖδές τε ἦσαν αὐτῷ. 46.16σκέψασθε δὲ καὶ διότι οὐδʼ ἂν ἄπαις τις , κύριός ἐστι τὰ αὑτοῦ διαθέσθαι, ἐὰν μὴ εὖ φρονῇ· νοσοῦντα δὲ φαρμακῶντα γυναικὶ πειθόμενον ὑπὸ γήρως ὑπὸ μανιῶν ὑπὸ ἀνάγκης τινὸς καταληφθέντα ἄκυρον κελεύουσιν εἶναι οἱ νόμοι. σκοπεῖτε δή, εἰ δοκοῦσιν ὑμῖν εὖ φρονοῦντος ἀνδρὸς εἶναι αἱ διαθῆκαι, ἅς φασι διαθέσθαι οὗτοι τὸν πατέρα. 46.17μὴ πρὸς ἄλλο δέ τι παράδειγμα σκέψησθε πρὸς τὴν μίσθωσιν, εἰ δοκεῖ ὑμῖν ἀκόλουθον εἶναι τῷ τὴν τέχνην μὴ ἐξουσίαν δοῦναι εἰ μὴ ἐν τῷ αὐτῷ ἡμῖν ἐργάζεσθαι, τούτῳ τὴν γυναῖκα δοῦναι τὴν αὑτοῦ καὶ τῶν παίδων ἐᾶσαι κοινωνὸν αὑτῷ γενέσθαι. καὶ μὴ θαυμάζετε, εἰ τἄλλα σκευωρουμένους αὐτοὺς τὰ ἐν τῇ μισθώσει τοῦτο παρέλαθεν. ἴσως μὲν γὰρ οὐδὲ προσεῖχον ἄλλῳ οὐδενὶ τῷ τὰ χρήματα ἀποστερῆσαι καὶ τῷ προσοφείλοντα τὸν πατέρα ἐγγράψαι· εἶτα δὲ οὐδὲ ἐδόκουν ἐμὲ οὕτω δεινὸν ἔσεσθαι ὥστε ταῦτα ἀκριβῶς ἐξετάσαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 46.13 Dem. 46.17 (English) >>Dem. 46.19

Powered by PhiloLogic